ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον, εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν· σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί, σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας. Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο· ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν. Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος, ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται. Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες, Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις. Τῶν δὲ πρὸς ἀντολιην μεσάτην χθόνα ναιετάουσιν ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι. Τοῖς δʼ ἔπι Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες γη. Τερμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλ Κεῖθεν δʼ εἶς αὐγὰς σκολιὸν περιτέμνεται οἶμον πολλὸν ἔσω βεβαυῖα περίδρομος ἀμφιτρίτη, γείτων Εὐξείνοιο πολυκλύστοιο θαλάσσης. Κεῖνός τοι Κιλίκων περισύρεται ἔθνεα κόλπος μακρὸς ἐπʼ ἀντολίην· Ἀσίης δὲ στεινὰ καλεῦσιν. Καὶ τῶ μὲν πλεόνων ποταμῶν ἐπιμίσγεται ὕδωρ τηλόθεν ἐρχομένων, Πυράμοιότε καὶ Πινάροιο, Κύδνου τε σκολιοῖο, μέσην διὰ Ταρσὸν ἰόντος, Ταρσὸν ἐϋκτιμένην, ὅθι δή ποτε Πήγασος ἵππος, ταρσὸν ἀφεὶς, χώρῳ λίπεν οὔνομκ, τῆμος ἀφ᾿ ἵππου