<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="835">ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἐπὶ ποίης·</l><l n="836">πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθόωσιν,</l><l n="837">ἔξοχα δʼ ἀμπεδίον Μαιάνδριον, ἔνθα Καΰστρου</l><l n="838">ἥσυχα καχλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ.</l><l n="839">Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο</l><pb n="156"/><l n="840">θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἔμμα βαλοῦσαι,</l><l n="841">ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον,</l><l n="842">εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν·</l><l n="843">σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί,</l><l n="844">σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται</l><l n="845">ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας.</l><l n="846">Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται</l><l n="847">πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι</l><l n="848">Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο·</l><l n="849">ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου</l><l n="850">Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν.</l></div></body></text></TEI>