ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἐπὶ ποίης· πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθόωσιν, ἔξοχα δʼ ἀμπεδίον Μαιάνδριον, ἔνθα Καΰστρου ἥσυχα καχλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ. Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἔμμα βαλοῦσαι, ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον, εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν· σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί, σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας. Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο· ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν.