Ξένθῳ ἔπʼ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι. Τὴν δὲ μέτʼ Αἰολίδος παραπέπταται ἔθεα γαίης Αἰγαίου παρὰ χεῖλος, ὑπέρ μέγαν Ἑλλήσποντον. Τῇ δʼ ἔπι ναιετάουσιν ἀγαυῶν ἔθνος Ἰώνων, ἀγχίαλοι γεγαῶτες, ἐπὶ χθονὸς, ἧς διὰ μέσσης Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις, Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης. Τάων ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο παραλίην Ἔφεσον, μεγάλην πόλιν Ἰοχεαίρης, ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο πρέμνῳ ἔνι πτελέης, περιώσιον ἀνδράσι θαῦμα. Μῃονίη δʼ ἐπὶ τοῖσιν ἐπ᾿ ἀντολίην τετάνυσται Τμώλῳ ὔπ’ ἠνεμόεντι, τόθεν Πακτωλὸς ὁδεύων χρυσὸν ὁμοῦ δίνησιν ἐφελκόμενος κελαρύζει τοῦ δʼ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ κύκνων εἰσαΐοις λιγυρὴν ὄπα, τοί τε καθʼ ὕδωρ