<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="811">εὐρυτέρη γεγαυῖα, παρʼ ὕδασι Σαγγαρίοιο·</l><l n="812">ἀλλʼ ἤτοι μεγάλη μὲν ἐπʼ ἀντολίην τετάνυσται.</l><l n="813">ἱππόβοτος, λιπαρή τε· πρὸς ἑσπερίην δ᾿ ἂν ἴδκο</l><pb n="155"/><l n="814">τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης κόδας Ἴδης,</l><l n="815">Ἴλιον, ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσα,</l><l n="816">Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων,</l><l n="817">Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων,</l><l n="818">Ἵλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη,</l><l n="819">Ξένθῳ ἔπʼ εὐρυρέοντι καὶ Ἰδαίῳ Σιμόεντι.</l><l n="820">Τὴν δὲ μέτʼ Αἰολίδος παραπέπταται ἔθεα γαίης</l><l n="821">Αἰγαίου παρὰ χεῖλος, ὑπέρ μέγαν Ἑλλήσποντον.</l><l n="822">Τῇ δʼ ἔπι ναιετάουσιν ἀγαυῶν ἔθνος Ἰώνων,</l><l n="823">ἀγχίαλοι γεγαῶτες, ἐπὶ χθονὸς, ἧς διὰ μέσσης</l><l n="824">Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις,</l><l n="825">Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης.</l><l n="826">Τάων ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο</l><l n="827">παραλίην Ἔφεσον, μεγάλην πόλιν Ἰοχεαίρης,</l><l n="828">ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο</l><l n="829">πρέμνῳ ἔνι πτελέης, περιώσιον ἀνδράσι θαῦμα.</l><l n="830">Μῃονίη δʼ ἐπὶ τοῖσιν ἐπ᾿  ἀντολίην τετάνυσται</l><l n="831">Τμώλῳ ὔπ’ ἠνεμόεντι, τόθεν Πακτωλὸς ὁδεύων</l><l n="832">χρυσὸν ὁμοῦ δίνησιν ἐφελκόμενος κελαρύζει</l><l n="833">τοῦ δʼ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ</l><l n="834">κύκνων εἰσαΐοις λιγυρὴν ὄπα, τοί τε καθʼ ὕδωρ</l><l n="835">ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἐπὶ ποίης·</l><l n="836">πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθόωσιν,</l><l n="837">ἔξοχα δʼ ἀμπεδίον Μαιάνδριον, ἔνθα Καΰστρου</l><l n="838">ἥσυχα καχλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ.</l><l n="839">Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο</l><pb n="156"/><l n="840">θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἔμμα βαλοῦσαι,</l></div></body></text></TEI>