<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="803">Χαλκιδέες μὲν πρῶτα παρὰ στόμα γαῖαν ἔχουσιν,</l><l n="804">οὖδας ἐς ἀντιπέρην βυζάντιον εἰσορόωντες·</l><l n="805">Βέβρυκες δʼ ἐπὶ τοῖσι καὶ οὔρεα Μυσίδας αἴης,</l><l n="806">ᾗχί περ ἱμερόεντα Κίος προΐησι ῥέεθρα,</l><l n="807">τοῦ ποτʼ ἐπὶ προχοῇσιν Ὕλαν ἡρπάξατο Νύμφη, κὼν</l><l n="808">ὀτρηρὸν θεράποντα πελωρίου Ἡρακλῆος.</l><l n="809">Ἔνθεν ἐφʼ Ἑλλήσποντον ἐπιτρέχει ἄσπετος ἀγβαιοτέρης</l><l n="810">Φρυγίης· ἑτέρη δέ τοι ἔνδοθι κεῖται,</l><l n="811">εὐρυτέρη γεγαυῖα, παρʼ ὕδασι Σαγγαρίοιο·</l><l n="812">ἀλλʼ ἤτοι μεγάλη μὲν ἐπʼ ἀντολίην τετάνυσται.</l><l n="813">ἱππόβοτος, λιπαρή τε· πρὸς ἑσπερίην δ᾿ ἂν ἴδκο</l><pb n="155"/><l n="814">τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης κόδας Ἴδης,</l><l n="815">Ἴλιον, ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσα,</l><l n="816">Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων,</l><l n="817">Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων,</l><l n="818">Ἵλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη,</l></div></body></text></TEI>