Χαλκιδέες μὲν πρῶτα παρὰ στόμα γαῖαν ἔχουσιν, οὖδας ἐς ἀντιπέρην βυζάντιον εἰσορόωντες· Βέβρυκες δʼ ἐπὶ τοῖσι καὶ οὔρεα Μυσίδας αἴης, ᾗχί περ ἱμερόεντα Κίος προΐησι ῥέεθρα, τοῦ ποτʼ ἐπὶ προχοῇσιν Ὕλαν ἡρπάξατο Νύμφη, κὼν ὀτρηρὸν θεράποντα πελωρίου Ἡρακλῆος. Ἔνθεν ἐφʼ Ἑλλήσποντον ἐπιτρέχει ἄσπετος ἀγβαιοτέρης Φρυγίης· ἑτέρη δέ τοι ἔνδοθι κεῖται, εὐρυτέρη γεγαυῖα, παρʼ ὕδασι Σαγγαρίοιο· ἀλλʼ ἤτοι μεγάλη μὲν ἐπʼ ἀντολίην τετάνυσται. ἱππόβοτος, λιπαρή τε· πρὸς ἑσπερίην δ᾿ ἂν ἴδκο τὴν ἑτέρην, ἣ κεῖται ὑπὸ ζαθέης κόδας Ἴδης, Ἴλιον, ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσα, Ἴλιον ἀγλαὸν ἄστυ παλαιγενέων ἡρώων, Ἴλιον, ἣν ἐπόλισσε Ποσειδάων καὶ Ἀπόλλων, Ἵλιον, ἣν ἀλάπαξαν Ἀθηναίη τε καὶ Ἥρη,