Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπ’ ἠιόνεσσι νέμονται, καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον, χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος, δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν, τὸν μέν ἐδέξατο γαῖα καὶ ἀνδράσι πῆμʼ ἐφύτευσεν. Ἄγχι δὲ Βιθυνοὶ λιπαρήν χθόνα ναιετάουσι, Ῥήβας ἔνθʼ ἐρατεινὸν ἐπιπροΐησι ῥέεθρον, Ῥήβας, ὃς Πόντοιο παρὰ στομάτεσσιν ὁδεύει, Ῥήβας, οὗ κάλλιστον ἐπὶ χθονὶ σύρεται ὕδωρ. Τόσσοι μὲν Πόντοιο περικτίται ἄνδρες ἔασι· κεῖνα δέ τοι Σκυθίης προλελεγμένα φῦλα πελέσθω. Νῦν δʼ αὖ παραλίης Ἀσίης πόρον ἐξενέποιμι, ὅς ῥά τε πρὸς νότον εἰσιν ἐφʼ Ἑλλήσποντον ὁδεύων, καὶ ποτὶ μηκίστου νότιον ῥόον Αἰγαίοιο μέσφʼ αὐτῆς Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς.