<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="781">τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην</l><l n="782">χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν.</l><l n="783">Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει.</l><l n="784">Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο,</l><l n="785">ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης,</l><l n="786">ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.</l><l n="787">Παφλαγόνες δʼ ἐπὶ τοῖσιν ἐπ’ ἠιόνεσσι νέμονται,</l><l n="788">καὶ Μαριανδυνῶν ἱερὸν πέδον· ἔνθʼ ἐνέπουσιν</l><l n="789">οὐδαίου Κρονίδαο μέγαν κύνα χαλκεόφωνον,</l><l n="790">χερσὶν ἀνελκόμενον μεγαλόφρονος Ἡρακλῆος,</l><l n="791">δεινὸν ἀπὸ στομάτων βαλέειν σιαλώδεα χυλόν,</l><l n="792">τὸν μέν ἐδέξατο γαῖα καὶ ἀνδράσι πῆμʼ ἐφύτευσεν.</l><l n="793">Ἄγχι δὲ Βιθυνοὶ λιπαρήν χθόνα ναιετάουσι,</l><pb n="154"/><l n="794">Ῥήβας ἔνθʼ ἐρατεινὸν ἐπιπροΐησι ῥέεθρον,</l><l n="795">Ῥήβας, ὃς Πόντοιο παρὰ στομάτεσσιν ὁδεύει,</l><l n="796">Ῥήβας, οὗ κάλλιστον ἐπὶ χθονὶ σύρεται ὕδωρ.</l><l n="797">Τόσσοι μὲν Πόντοιο περικτίται ἄνδρες ἔασι·</l><l n="798">κεῖνα δέ τοι Σκυθίης προλελεγμένα φῦλα πελέσθω.</l><l n="799">Νῦν δʼ αὖ παραλίης Ἀσίης πόρον ἐξενέποιμι,</l><l n="800">ὅς ῥά τε πρὸς νότον εἰσιν ἐφʼ Ἑλλήσποντον ὁδεύων,</l><l n="801">καὶ ποτὶ μηκίστου νότιον ῥόον Αἰγαίοιο</l><l n="802">μέσφʼ αὐτῆς Συρίης τε καὶ Ἀραβίης ἐρατεινῆς.</l><l n="803">Χαλκιδέες μὲν πρῶτα παρὰ στόμα γαῖαν ἔχουσιν,</l><l n="804">οὖδας ἐς ἀντιπέρην βυζάντιον εἰσορόωντες·</l><l n="805">Βέβρυκες δʼ ἐπὶ τοῖσι καὶ οὔρεα Μυσίδας αἴης,</l><l n="806">ᾗχί περ ἱμερόεντα Κίος προΐησι ῥέεθρα,</l><l n="807">τοῦ ποτʼ ἐπὶ προχοῇσιν Ὕλαν ἡρπάξατο Νύμφη, κὼν</l><l n="808">ὀτρηρὸν θεράποντα πελωρίου Ἡρακλῆος.</l><l n="809">Ἔνθεν ἐφʼ Ἑλλήσποντον ἐπιτρέχει ἄσπετος ἀγβαιοτέρης</l><l n="810">Φρυγίης· ἑτέρη δέ τοι ἔνδοθι κεῖται,</l></div></body></text></TEI>