<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="771">οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς.</l><l n="772">Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται</l><l n="773">ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο</l><l n="774">λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων,</l><l n="775">ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην,</l><l n="776">καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ</l><l n="777">Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς</l><l n="778">ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν·</l><l n="779">ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν.</l><l n="780">Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας</l><l n="781">τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην</l><l n="782">χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν.</l><l n="783">Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει.</l><l n="784">Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο,</l><l n="785">ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης,</l><l n="786">ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.</l></div></body></text></TEI>