οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς. Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων, ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην, καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν· ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν. Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας τέμνοις κρυστάλλου καθαρὸν λίθον, οἷά τε πάχνην χειμερίην· δήεις δὲ καὶ ὑδατόεσσκν ἴασπιν. Ἶρις δʼ ἑξείης καθαρὸν ῥόον εἰς ἅλα βάλλει. Τῷ δʼ ἔπι μορμύρουσι ῥοαὶ Ἅλυος ποταμοῖο, ἑλκόμεναι βορέηνδε Καραμβίδος ἐγγύθεν ἄκρης, ἀρξάμεναι τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.