εἳματα τευχουσιν πολυδαίδαλα, τιμήεντα, εἰδόμενα χροιῇ λειμωνίδος ἄνθεσι ποίης· κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν. Ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται ἐσχατιάς· παρὰ δέ σφι δυσήνεμος ἐκτέταταιχθών, χειμερίοις ἀνέμοισι λελειμμένη ἠδὲ χαλάζαις. Τόσσοι μὲν φῶτες περὶ Κάσπια κύματʼ ἔασιν· φράζεο δʼ ἐκ Κόλχων καὶ Φάσιδος ἐς δύσιν ἤδη, Εὐξείνου παρὰ χεῖλος, ἐπιλαδὸν ἔθνεα Πόντου ἄχρι Θρηικίου στόματος, τόθι Χαλκὶς ἄρουρα. Βύζηρές τοι πρῶτα καὶ ἀγχόθι φῦλα Βεχείρων, Μάκρωνες Φίλυρές τε καὶ οἳ μόσσυνας ἔχουσι δουρατέους· τῶν δʼ ἄγχι πολύρρηνες Τιβαρηνοί· τοῖς δ᾿ ἔπι καὶ Χάλυβεςστυρελὴν καὶ ἀπήνεα γαῖαν ναίουσιν, μογεροῦ δεδκηκότες ἔργα σιδήρου, οἵ ῤα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες,