<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="751">τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν·</l><l n="752">καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν,</l><l n="753">οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα,</l><l n="754">αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,</l><pb n="152"/><l n="755">εἳματα τευχουσιν πολυδαίδαλα, τιμήεντα,</l><l n="756">εἰδόμενα χροιῇ λειμωνίδος ἄνθεσι ποίης·</l><l n="757">κείνοις οὔ τί κεν ἔργον ἀραχνάων ἐρίσειεν.</l><l n="758">Ἄλλοι δὲ Σκύθαι εἰσὶν ἐπήτριμοι, οἵτε νέμονται</l><l n="759">ἐσχατιάς· παρὰ δέ σφι δυσήνεμος ἐκτέταταιχθών,</l><l n="760">χειμερίοις ἀνέμοισι λελειμμένη ἠδὲ χαλάζαις.</l><l n="761">Τόσσοι μὲν φῶτες περὶ Κάσπια κύματʼ ἔασιν·</l><l n="762">φράζεο δʼ ἐκ Κόλχων καὶ Φάσιδος ἐς δύσιν ἤδη,</l><l n="763">Εὐξείνου παρὰ χεῖλος, ἐπιλαδὸν ἔθνεα Πόντου</l><l n="764">ἄχρι Θρηικίου στόματος, τόθι Χαλκὶς ἄρουρα.</l><l n="765">Βύζηρές τοι πρῶτα καὶ ἀγχόθι φῦλα Βεχείρων,</l><l n="766">Μάκρωνες Φίλυρές τε καὶ οἳ μόσσυνας ἔχουσι</l><l n="767">δουρατέους· τῶν δʼ ἄγχι πολύρρηνες Τιβαρηνοί·</l><l n="768">τοῖς δ᾿ ἔπι καὶ Χάλυβεςστυρελὴν καὶ ἀπήνεα γαῖαν</l><l n="769">ναίουσιν, μογεροῦ δεδκηκότες ἔργα σιδήρου,</l><pb n="153"/><l n="770">οἵ ῤα, βαρυγδούποισιν ἐπʼ ἄκμοσιν ἑστηῶτες,</l><l n="771">οὔποτε παύονται καμάτου καὶ ὀϊζύος αἰνῆς.</l><l n="772">Τοὺς δὲ μέτʼ Ἀσσυρίης πρόχυσις χθονὸς ἐκτετάνυσται</l><l n="773">ἔνθα δʼ Ἀμαζονίδεσσιν ἀπʼ οὔρεος Ἀρμενίοιο</l><l n="774">λευκὸν ὕδωρ προΐησιν ἐνυάλιος Θερμώδων,</l><l n="775">ὅς ποτʼ ἀλωομένην Ἀσωπίδα δέκτο Σινώπην,</l><l n="776">καί μιν ἀκηχεμένην σφετέρῃ παρενάσσατο χώρῃ</l><l n="777">Ζηνὸς ἐφημοσύνῃσιν· ὁ γὰρ φιλότητος ἐρκννῆς</l><l n="778">ἰσχανόων, πάτρης ἀπενόσφισεν οὐκ ἐθέλουσαν·</l><l n="779">ἐκ τῆς καὶ πτολίεθρον ἐπώνυμον ἄνδρες ἔχουσιν.</l><l n="780">Κείνου δʼ ἂν ποταμοῖο περὶ κρυμώδεας ὄχθας</l></div></body></text></TEI>