<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="739">Τοὺς μέτ᾿ ἀντολίηνδε, πέρην κελάδοντος Ἀράξεω</l><pb n="151"/><l n="740">Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀῖστῶν,</l><l n="741">ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος</l><l n="742">ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων·</l><l n="743">οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή,</l><l n="744">οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων</l><l n="745">αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται.</l><l n="746">Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα</l><l n="747">Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος,</l><l n="748">ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει.</l><l n="749">Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται</l><l n="750">τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι</l><l n="751">τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν·</l><l n="752">καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν,</l><l n="753">οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα,</l><l n="754">αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,</l></div></body></text></TEI>