Τοὺς μέτ᾿ ἀντολίηνδε, πέρην κελάδοντος Ἀράξεω Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀῖστῶν, ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων· οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή, οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται. Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος, ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει. Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι τοξευτής οὐ γάρ σφι θέμις ἀνεμώλια βάλλειν· καὶ Τόχαροι Φροῦνοί τε καὶ ἔθνεα βάρβαρα Σηρῶν, οἵτε βόας μὲν ἀναίνονται καὶ ἴφια μῆλα, αἰόλα δὲ ξαίνοντες ἐρήμης ἄνθεα γαίης,