ἣ δὴ πολλὰ μὲν ἄλλα μετʼ ἀνδράσι θαύματʼ ἀέξει, φύει δὲ κρύσταλλον ἰδʼ ἠερόεσσαν ἴασπιν, ἐχθρὴν ἐμπούσησι καὶ ἄλλοις εἰδώλοισιν. Πάντα δέ τοι ἐρέω, ὅσα μιν πέρι φῦλα νέμονται, ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο. Πρῶτοι μὲν Σκύθαι εἰσὶν, ὅσοι Κρονίης ἁλὸς ἄγχι παραλίην ναίουσιν ἀνὰ στόμα Κασπίδος ἅλμης· Οὖννοι δʼ ἐξείης· ἐπὶ δʼ αὐτοῖς Κάσπιοι ἄνδρες, Ἀλβανοί τʼ ἐπὶ τοῖσιν ἀρήιοι, οἵ θʼ ὑπέρ αἶαν τρηχεῖαν ναίουσι Καδούσιοι ἄγχι δὲ Μάρδοι, Ὑρκάνιοι Τάπυροί τ᾿ · ἐκὶ δέ σφισιν ὁλκὸν ἑλίσσει Μάρδος, Δερκεβίων τε καὶ ἀφνειῶν πόμα Βάκτρων· ἀμφοτέρων γὰρ μέσσος ἐς Ὑρκανίην ἅλα βάλλει· ἀλλʼ ἤτοι Βάκτροι μὲν ἐπ’ ἡπείροιο νέμονται χώρην εὐρυτέρην κνημοῖς ὑπὸ Παρνησοῖο, Δερκέβιοι δ᾿ ἑτέρωθεν ἐφ᾿ ὕδασι Κασπίοισιν.