<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="721">τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιος· ἂψ δὲ μετ᾿ ἄρκτους</l><l n="722">ἐλκόμενος, προχοῆς ἐπιμίσγεται Ὠκεανοῖο·</l><l n="723">ἣ δὴ πολλὰ μὲν ἄλλα μετʼ ἀνδράσι θαύματʼ ἀέξει,</l><l n="724">φύει δὲ κρύσταλλον ἰδʼ ἠερόεσσαν ἴασπιν,</l><l n="725">ἐχθρὴν ἐμπούσησι καὶ ἄλλοις εἰδώλοισιν.</l><pb n="149"/><l n="726">Πάντα δέ τοι ἐρέω, ὅσα μιν πέρι φῦλα νέμονται,</l><l n="727">ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο.</l><l n="728">Πρῶτοι μὲν Σκύθαι εἰσὶν, ὅσοι Κρονίης ἁλὸς ἄγχι</l><l n="729">παραλίην ναίουσιν ἀνὰ στόμα Κασπίδος ἅλμης·</l><l n="730">Οὖννοι δʼ ἐξείης· ἐπὶ δʼ αὐτοῖς Κάσπιοι ἄνδρες,</l><l n="731">Ἀλβανοί τʼ ἐπὶ τοῖσιν ἀρήιοι, οἵ  θʼ ὑπέρ αἶαν</l><l n="732">τρηχεῖαν ναίουσι Καδούσιοι ἄγχι δὲ Μάρδοι,</l><l n="733">Ὑρκάνιοι Τάπυροί τ᾿ · ἐκὶ δέ σφισιν ὁλκὸν ἑλίσσει</l><l n="734">Μάρδος, Δερκεβίων τε καὶ ἀφνειῶν πόμα Βάκτρων·</l><pb n="150"/><l n="735">ἀμφοτέρων γὰρ μέσσος ἐς Ὑρκανίην ἅλα βάλλει·</l><l n="736">ἀλλʼ ἤτοι Βάκτροι μὲν ἐπ’ ἡπείροιο νέμονται</l><l n="737">χώρην εὐρυτέρην κνημοῖς ὑπὸ Παρνησοῖο,</l><l n="738">Δερκέβιοι δ᾿ ἑτέρωθεν ἐφ᾿  ὕδασι Κασπίοισιν.</l><l n="739">Τοὺς μέτ᾿ ἀντολίηνδε, πέρην κελάδοντος Ἀράξεω</l><pb n="151"/><l n="740">Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀῖστῶν,</l><l n="741">ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος</l><l n="742">ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων·</l><l n="743">οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή,</l><l n="744">οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων</l><l n="745">αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται.</l><l n="746">Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα</l><l n="747">Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος,</l><l n="748">ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει.</l><l n="749">Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται</l><l n="750">τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι</l></div></body></text></TEI>