τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιος· ἂψ δὲ μετ᾿ ἄρκτους ἐλκόμενος, προχοῆς ἐπιμίσγεται Ὠκεανοῖο· ἣ δὴ πολλὰ μὲν ἄλλα μετʼ ἀνδράσι θαύματʼ ἀέξει, φύει δὲ κρύσταλλον ἰδʼ ἠερόεσσαν ἴασπιν, ἐχθρὴν ἐμπούσησι καὶ ἄλλοις εἰδώλοισιν. Πάντα δέ τοι ἐρέω, ὅσα μιν πέρι φῦλα νέμονται, ἀρξάμενος πλευρῆς ζεφυρίτιδος ἐκ βορέαο. Πρῶτοι μὲν Σκύθαι εἰσὶν, ὅσοι Κρονίης ἁλὸς ἄγχι παραλίην ναίουσιν ἀνὰ στόμα Κασπίδος ἅλμης· Οὖννοι δʼ ἐξείης· ἐπὶ δʼ αὐτοῖς Κάσπιοι ἄνδρες, Ἀλβανοί τʼ ἐπὶ τοῖσιν ἀρήιοι, οἵ θʼ ὑπέρ αἶαν τρηχεῖαν ναίουσι Καδούσιοι ἄγχι δὲ Μάρδοι, Ὑρκάνιοι Τάπυροί τ᾿ · ἐκὶ δέ σφισιν ὁλκὸν ἑλίσσει Μάρδος, Δερκεβίων τε καὶ ἀφνειῶν πόμα Βάκτρων· ἀμφοτέρων γὰρ μέσσος ἐς Ὑρκανίην ἅλα βάλλει· ἀλλʼ ἤτοι Βάκτροι μὲν ἐπ’ ἡπείροιο νέμονται χώρην εὐρυτέρην κνημοῖς ὑπὸ Παρνησοῖο, Δερκέβιοι δ᾿ ἑτέρωθεν ἐφ᾿ ὕδασι Κασπίοισιν. Τοὺς μέτ᾿ ἀντολίηνδε, πέρην κελάδοντος Ἀράξεω Μασσαγέται ναίουσι, θοῶν ῥυτῆρες ὀῖστῶν, ἀνέρες, οἷς μήτʼ αὐτὸς ἐγὼ, μήθʼ ὅστις ἑταῖρος ἐμπελάσαι· μάλα γάρ τε κακοξεινώτεροι ἄλλων· οὐ γάρ σφιν σίτοιο μελίφρονός ἐστιν ἐδωδή, οὐδὲ μὲν οὐδʼ οἶνος μεταδήμιος· ἀλλὰ γὰρ ἵππων αἵματι μίσγοντες λευκὸν γάλα, δαῖτα τίθενται. Τοῖς δʼ ἔπι πρὸς βορέην Χωράσμιοι, οἶς ἔπι γαῖα Σουγδιάς, ἧς ἀνὰ μέσσον ἑλίσσεται ἱερὸς Ὦξος, ὅστε λιπὼν Ἠμωδὸν ὄρας μετὰ Κασπίδα βάλλει. Τὸν μέτʼ ἐπὶ προχοῇσιν Ἰαξάρταο νέμονται τόξα Σάκαι φορέοντες, ἃ μή κέ τις ἄλλος ἐλέγχοι