Ῥεῖα δέ τοι καὶ τήνδε καταγράψαιμι θάλασσαν, οὐ μὲν ἰδὼν ἀπάνευθε πόρους, οὐ νηὶ περήσας· οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν, οὐδέ μοι ἐμπορίη πατρώιος, οὐδʼ ἐπὶ Γάγγην ἔρχομαι, οἷά τε πολλοὶ, Ἐρυθραίου διὰ κόντου, ψυχῆς οὐκ ἀλέγοντες, ἵνʼ ἄσπετον ὄλβον ἕλωνται. οὐδὲ μὲν Ὑρκανίοις ἐπιμίσγομαι, οὐδʼ ἐρεείνω Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν· ἀλλά με Μουσάων φορέει νόος, αἵτε δύνανται νόσφιν ἀλημοσύνης πολλὴν ἅλκ μετρήσασθαι, οὔρεά τʼ ἤπειρόν τε καὶ αἰθερίην ὁδὸν ἄστρων. Ἀλλʼ εἴη τοι σχῆμα περίδρομον, ἀμφιέλικτον, πάσης Κασπίης μεγάλης ἁλός· οὐκ ἂν ἐκείνην νηὶ περήσειας τριτάτης ἐπὶ κύκλα σελήνης· τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιος· ἂψ δὲ μετ᾿ ἄρκτους ἐλκόμενος, προχοῆς ἐπιμίσγεται Ὠκεανοῖο·