<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="691">οὔρεσιν ἠλιβάτοισιν ἀέξεται ἔνθα τε Φᾶσις,</l><l n="692">Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο,</l><l n="693">Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην,</l><l n="694">ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο.</l><l n="695">Τοῦ δὲ πρὸς ἀντολίην βορέην τ᾿  ἐπικέκλιται ἰσθμός,</l><l n="696">ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης.</l><l n="697">Τῷ δʼ ἔπι ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων,</l><l n="698">οἳ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο,</l><l n="699">ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες,</l><pb n="147"/><l n="700">καὶ Καμαριτάων φῦλον μέγα, τοι ποτε Βάκχον</l><l n="701">Ἰνδῶν ἐκ πολέμοιο δεδεγμένοι ἐξείνισσαν,</l><l n="702">καὶ μετὰ Ληνάων ἱερὸν χορὸν ἐστήσαντο,</l><l n="703">ζώματα καὶ νεβρῖδας ἐπὶ στήθεσσι βαλόντες,</l><l n="704">εὐοῖ Βάκχε λέγοντες· ὁ δὲ φρεσὶ φίλατο δαίμων</l><l n="705">κείνων ἀνθρώπων γενεὴν καὶ ἤθεα γαίης.</l><l n="706">Τοῖς δʼ ἔπι Κασπίη κυμαίνεται ἀμφιτρέτη.</l><l n="707">Ῥεῖα δέ τοι καὶ τήνδε καταγράψαιμι θάλασσαν,</l><l n="708">οὐ μὲν ἰδὼν ἀπάνευθε πόρους, οὐ νηὶ περήσας·</l><l n="709">οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν,</l><l n="710">οὐδέ μοι ἐμπορίη πατρώιος, οὐδʼ ἐπὶ Γάγγην</l><l n="711">ἔρχομαι, οἷά τε πολλοὶ, Ἐρυθραίου διὰ κόντου,</l><l n="712">ψυχῆς οὐκ ἀλέγοντες, ἵνʼ ἄσπετον ὄλβον ἕλωνται.</l><l n="713">οὐδὲ μὲν Ὑρκανίοις ἐπιμίσγομαι, οὐδʼ ἐρεείνω</l><pb n="148"/><l n="714">Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν·</l><l n="715">ἀλλά με Μουσάων φορέει νόος, αἵτε δύνανται</l><l n="716">νόσφιν ἀλημοσύνης πολλὴν ἅλκ μετρήσασθαι,</l><l n="717">οὔρεά τʼ ἤπειρόν τε καὶ αἰθερίην ὁδὸν ἄστρων.</l><l n="718">Ἀλλʼ εἴη τοι σχῆμα περίδρομον, ἀμφιέλικτον,</l><l n="719">πάσης Κασπίης μεγάλης ἁλός· οὐκ ἂν ἐκείνην</l><l n="720">νηὶ περήσειας τριτάτης ἐπὶ κύκλα σελήνης·</l></div></body></text></TEI>