οὔρεσιν ἠλιβάτοισιν ἀέξεται ἔνθα τε Φᾶσις, Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο, Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην, ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο. Τοῦ δὲ πρὸς ἀντολίην βορέην τ᾿ ἐπικέκλιται ἰσθμός, ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης. Τῷ δʼ ἔπι ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων, οἳ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο, ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες, καὶ Καμαριτάων φῦλον μέγα, τοι ποτε Βάκχον Ἰνδῶν ἐκ πολέμοιο δεδεγμένοι ἐξείνισσαν, καὶ μετὰ Ληνάων ἱερὸν χορὸν ἐστήσαντο, ζώματα καὶ νεβρῖδας ἐπὶ στήθεσσι βαλόντες, εὐοῖ Βάκχε λέγοντες· ὁ δὲ φρεσὶ φίλατο δαίμων κείνων ἀνθρώπων γενεὴν καὶ ἤθεα γαίης. Τοῖς δʼ ἔπι Κασπίη κυμαίνεται ἀμφιτρέτη. Ῥεῖα δέ τοι καὶ τήνδε καταγράψαιμι θάλασσαν, οὐ μὲν ἰδὼν ἀπάνευθε πόρους, οὐ νηὶ περήσας· οὐ γάρ μοι βίος ἐστὶ μελαινάων ἐπὶ νηῶν, οὐδέ μοι ἐμπορίη πατρώιος, οὐδʼ ἐπὶ Γάγγην ἔρχομαι, οἷά τε πολλοὶ, Ἐρυθραίου διὰ κόντου, ψυχῆς οὐκ ἀλέγοντες, ἵνʼ ἄσπετον ὄλβον ἕλωνται. οὐδὲ μὲν Ὑρκανίοις ἐπιμίσγομαι, οὐδʼ ἐρεείνω Καυκασίας κνημῖδας Ἐρυθραίων Ἀριηνῶν· ἀλλά με Μουσάων φορέει νόος, αἵτε δύνανται νόσφιν ἀλημοσύνης πολλὴν ἅλκ μετρήσασθαι, οὔρεά τʼ ἤπειρόν τε καὶ αἰθερίην ὁδὸν ἄστρων. Ἀλλʼ εἴη τοι σχῆμα περίδρομον, ἀμφιέλικτον, πάσης Κασπίης μεγάλης ἁλός· οὐκ ἂν ἐκείνην νηὶ περήσειας τριτάτης ἐπὶ κύκλα σελήνης·