οὔρεσιν ἠλιβάτοισιν ἀέξεται ἔνθα τε Φᾶσις, Κιρκαίου κατὰ νῶτον ἑλισσόμενος πεδίοιο, Εὐξείνου ποτὶ χεῦμα θοὴν ἀπερεύγεται ἄχνην, ἀρξάμενος τὸ πρῶτον ἀπʼ οὔρεος Ἀρμενίοιο. Τοῦ δὲ πρὸς ἀντολίην βορέην τ᾿ ἐπικέκλιται ἰσθμός, ἰσθμὸς Κασπίης τε καὶ Εὐξείνοιο θαλάσσης. Τῷ δʼ ἔπι ναιετάουσιν ἑωθινὸν ἔθνος Ἰβήρων, οἳ ποτε Πυρήνηθεν ἐπʼ ἀντολίην ἀφίκοντο, ἀνδράσιν Ὑρκανίοισιν ἀπεχθέα δῆριν ἔχοντες, καὶ Καμαριτάων φῦλον μέγα, τοι ποτε Βάκχον Ἰνδῶν ἐκ πολέμοιο δεδεγμένοι ἐξείνισσαν, καὶ μετὰ Ληνάων ἱερὸν χορὸν ἐστήσαντο, ζώματα καὶ νεβρῖδας ἐπὶ στήθεσσι βαλόντες, εὐοῖ Βάκχε λέγοντες· ὁ δὲ φρεσὶ φίλατο δαίμων κείνων ἀνθρώπων γενεὴν καὶ ἤθεα γαίης. Τοῖς δʼ ἔπι Κασπίη κυμαίνεται ἀμφιτρέτη.