<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="675">ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας</l><l n="676">χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις</l><l n="677">χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ</l><l n="678">γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα.</l><l n="679">Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν.</l><l n="680">Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες</l><l n="681">Σινδοὶ, Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο</l><l n="682">Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί,</l><pb n="146"/><l n="683">τούς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος</l><l n="684">πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο,</l><l n="685">ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆι.</l><l n="686">Τοῖς δʼ ἔπι ναιεταουσιν, ὁμούριον αἶαν ἔχοντες,</l><l n="687">Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης.</l><l n="688">Πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων,</l><l n="689">Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο,</l><l n="690">Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον</l></div></body></text></TEI>