ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα. Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν. Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες Σινδοὶ, Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί, τούς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο, ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆι. Τοῖς δʼ ἔπι ναιεταουσιν, ὁμούριον αἶαν ἔχοντες, Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης. Πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων, Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο, Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον