<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="661">ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης,</l><l n="662">ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.</l><l n="663">Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι</l><pb n="145"/><l n="664">τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα</l><l n="665">ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν.</l><l n="666">Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο,</l><l n="667">πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα.</l><l n="668">Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν·</l><l n="669">αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής·</l><l n="670">καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ,</l><l n="671">ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο,</l><l n="672">ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν·</l><l n="673">οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν</l><l n="674">ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν·</l><l n="675">ἀλλὰ γὰρ ἠλάσκουσιν, ὑποζεύξαντες ἀπήνας</l><l n="676">χώρην εἰς ἑτέρην, λείπουσι δὲ γαῖαν ἀήταις</l><l n="677">χειμερίοις, οἵτε σφι κακῇ θύοντες ἀέλλῃ</l><l n="678">γαῖάν τε κλονέουσι καὶ οὔρεα πευκήεντα.</l><l n="679">Τόσσοι μὲν Τάναϊν ποταμὸν περιναιετάουσιν.</l><l n="680">Σαυρομάτας δʼ ἐπέχουσιν ἐπασσύτεροι γεγαῶτες</l><l n="681">Σινδοὶ, Κιμμέριοί τε καὶ οἱ πέλας Εὐξείνοιο</l><l n="682">Κερκέτιοι Τορέται τε καὶ ἀλκήεντες Ἀχαιοί,</l><pb n="146"/><l n="683">τούς ποτʼ ἀπὸ Ξάνθοιο καὶ Ἰδαίου Σιμόεντος</l><l n="684">πνοιαὶ νοσφίσσαντο νότοιό τε καὶ ζεφύροιο,</l><l n="685">ἑσπομένους μετὰ δῆριν Ἀρητιάδῃ βασιλῆι.</l><l n="686">Τοῖς δʼ ἔπι ναιεταουσιν, ὁμούριον αἶαν ἔχοντες,</l><l n="687">Ἡνίοχοι Ζύγιοί τε, Πελασγίδος ἔκγονοι αἴης.</l><l n="688">Πὰρ δὲ μυχὸν Πόντοιο, μετὰ χθόνα Τυνδαριδάων,</l><l n="689">Κόλχοι ναιετάουσι, μετήλυδες Αἰγύπτοιο,</l><l n="690">Καυκάσου ἐγγὺς ἐόντες, ὃς Ὑρκάνιον περὶ πόντον</l></div></body></text></TEI>