<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="659">ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης</l><l n="660">συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει,</l><l n="661">ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης,</l><l n="662">ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν.</l><l n="663">Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι</l><pb n="145"/><l n="664">τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα</l><l n="665">ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν.</l><l n="666">Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο,</l><l n="667">πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα.</l><l n="668">Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν·</l><l n="669">αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής·</l><l n="670">καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ,</l><l n="671">ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο,</l><l n="672">ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν·</l><l n="673">οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν</l><l n="674">ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν·</l></div></body></text></TEI>