ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει, ὅστε καὶ Εὐρώπην ἀποτέμνεται Ἀσίδος αἴης, ἐς δύσιν Εὐρώπην, ἐς δʼ αὐγὰς Ἀσίδα γαῖαν. Τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι τηλόθι μορμύρουσιν· ὁ δὲ πλατὺς ἔνθα καὶ ἔνθα ἐσσυμένος Σκυθικοῖσιν ἐπιτροχάει πεδίοισιν. Τοῦ δʼ ἂν, κυμαίνοντος ἀπείριτον ἐκ βορέαο, πηγετὸν ἀθρήσειας ἀπὸ κρυμοῖο παγέντα. Σχέτλιοι, οἳ περὶ κεῖνον ἐνοίκια χῶρον ἔχουσιν· αἰεί σφιν ψυχρή τε χιὼν κρυμός τε δυσαής· καὶ δέ κεν, ἐξ ἀνέμων ὁπόταν πλεῖστονκρύος ἔλθῃ, ἢ ἵππους θνήσκοντας ἐν ὀφθαλμοῖσιν ἶδοιο, ἠὲ καὶ ἡμιόνους ἢ ἀγραύλων γένος οἰῶν· οὐδὲ μὲν οὐδʼ αὐτοί κεν ἀπήμαντοι τελέθοιεν ἀνέρες, οἳ κείνχσιν ὑπαὶ ῥιπῆσι μένοιεν·