<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="631">κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων,</l><l n="632">Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην·</l><l n="633">τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα,</l><l n="634">ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου</l><l n="635">Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται.</l><l n="636">Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει,</l><l n="637">τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν.</l><l n="638">Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν,</l><l n="639">ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν,</l><l n="640">ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε</l><l n="641">ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν,</l><l n="642">οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει,</l><l n="643">οὔρεσιν ἐκταδίοισι πολυσχιδὲς ἔνθα καὶ ἔνθα.</l><l n="644">Ἐκ τοῦ ἀπειρέσιοι ποταμοὶ καναχηδὰ ῥέουσιν,</l><l n="645">οἱ μὲν πρὸς βορέην, οἱ δʼ ἐς νότον, οἱ δʼ ἐπὶ ῥτπὴν</l><l n="646">εὔρου καὶ ζεφύροιο· τίς ἂν πάντʼ οὐνόματʼ εἴποι;</l><l n="647">Οὐ μὲν ἐπωνυμίην μίαν ἔλλαχεν, ἀλλ᾿ ἐν  ἑκάστῃ</l><l n="648">οὔνομ᾿ ἔχει στποφάλιγγι· τὰ δ᾿ ἂν κείνοισι μέλοιτο </l><l n="649">ἀνδράσιν, οἳ κατὰ χῶρον ὁμούριον οἶκον ἔθεντο.</l><l n="650">Νῦν γε μὲν ἔθνεα πάντα διίξομαι, ὅσσ’ ἀρίδηλα</l><l n="651">ἐνναίει Μοῦσαι δʼ ἰθύντατον ἴχνος ἄγοιεν.</l><l n="652">Ἤτοι μὲν λίμνης Μαιώτιδος ἄγχι νέμονται</l><l n="653">αὐτοὶ Μαιῶταί τε καὶ ἔθνεα Σαυροματάων,</l><l n="654">ἐσθλὸν ἐνυαλίου γένος Ἄρεος· ἐκ γὰρ ἐκείνης</l><l n="655">ἰφθίμης φιλότητος Ἀμαδονίδων ἐγένοντο,</l><l n="656">τήν ποτε Σαυρομάτῃσιν ἐπʼ ἀνθρώποισι μίγησαν,</l><l n="657">πλαγχθεῖσαι πάτρηθεν ἀπόπροθι Θερμώδοντος.</l><l n="658">Τοὔνεκα καὶ παῖδες μεγαλήτορες ἐξεγένοντο,</l><l n="659">ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης</l><l n="660">συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει,</l></div></body></text></TEI>