κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων, Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην· τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα, ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται. Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει, τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν. Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν, ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν, ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν, οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει, οὔρεσιν ἐκταδίοισι πολυσχιδὲς ἔνθα καὶ ἔνθα. Ἐκ τοῦ ἀπειρέσιοι ποταμοὶ καναχηδὰ ῥέουσιν, οἱ μὲν πρὸς βορέην, οἱ δʼ ἐς νότον, οἱ δʼ ἐπὶ ῥτπὴν εὔρου καὶ ζεφύροιο· τίς ἂν πάντʼ οὐνόματʼ εἴποι; Οὐ μὲν ἐπωνυμίην μίαν ἔλλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ οὔνομ᾿ ἔχει στποφάλιγγι· τὰ δ᾿ ἂν κείνοισι μέλοιτο ἀνδράσιν, οἳ κατὰ χῶρον ὁμούριον οἶκον ἔθεντο. Νῦν γε μὲν ἔθνεα πάντα διίξομαι, ὅσσ’ ἀρίδηλα ἐνναίει Μοῦσαι δʼ ἰθύντατον ἴχνος ἄγοιεν. Ἤτοι μὲν λίμνης Μαιώτιδος ἄγχι νέμονται αὐτοὶ Μαιῶταί τε καὶ ἔθνεα Σαυροματάων, ἐσθλὸν ἐνυαλίου γένος Ἄρεος· ἐκ γὰρ ἐκείνης ἰφθίμης φιλότητος Ἀμαδονίδων ἐγένοντο, τήν ποτε Σαυρομάτῃσιν ἐπʼ ἀνθρώποισι μίγησαν, πλαγχθεῖσαι πάτρηθεν ἀπόπροθι Θερμώδοντος. Τοὔνεκα καὶ παῖδες μεγαλήτορες ἐξεγένοντο, ὕλην ναιετάοντες ἀπείριτον, ἧς διὰ μέσσης συρόμενος Τάναϊς Μαιώτιδος ἐς μυχὰ πίπτει,