<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="627">Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,</l><l n="628">οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις</l><l n="629">ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,</l><l n="630">ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων</l><pb n="144"/><l n="631">κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων,</l><l n="632">Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην·</l><l n="633">τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα,</l><l n="634">ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου</l><l n="635">Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται.</l><l n="636">Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει,</l><l n="637">τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν.</l><l n="638">Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν,</l><l n="639">ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν,</l><l n="640">ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε</l><l n="641">ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν,</l><l n="642">οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει,</l></div></body></text></TEI>