Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης, οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει, ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων κόλπους κυμαίνοντας ἐρεύγεται, εἰς ἅλα βάλλων, Περσικὸν Ἀράβιόν τε καὶ Ὑρκάνιον βαθυδίνην· τοὺς δύο μέν νοτίους, τὸν δʼ ἐς βορέην ὁρόωντα, ἐς βορέην ὁρόωντα καὶ ἐς λίβα γείτονα πόντου Εὐξείνου, τόθι φῶτες ἀπείριτοι ἀμφινέμονται. Μέσσον δʼἀμφοτέρων χθονὸς ἄσπετος ἰσθμὸς ὁρίζει, τῇ καὶ τῇ μακροῖσι τιταινόμενος πεδίοισιν. Μέσσα γε μὴν πάσης Ἀσίης ὄρος ἀμφιβέβηκεν, ἀρξάμενον γαίης Παμφυλίδος ἄχρι καὶ Ἰνδῶν, ἄλλοτε μὲν λοξόν τε καὶ ἀγκύλον, ἄλλοτε δʼ αὖτε ἴχνεσιν ὀρθότατον· Ταῦρον δέ ἑ κικλήσκουσιν, οὕνεκα ταυροφανές τε καὶ ὀξυκάρηνον ὁδεύει,