βωμοὶ κνισσήεντες ἀδευκέα καπνὸν ἔχουσι. Τόσσας μὲν νήσους ἐπέχει ῥόος Ὠκεανοῖο εὐρυτέρας· ἕτεραι δέ τʼ ἀπειῤέσιαι γεγάασιν, αἱ μὲν ἐπὶ προχοῇσι Λιβυστίδος ἀμφιτρίτης, αἱ δʼ Ἀσίης, αἱ δʼ αὖτε περὶ κλίσιν Εὐρωπείης. Ἄλλαι δʼ ἔλλοθινῆσοι ἀπείριτοι, αἱ μὲν ὑπʼ ἀνδρῶν ναιόμεναι καὶ νηυσὶν ἐπήρατον ὅρμον ἔχουσαι, αἱ δὲ βαθύκρημνοί τε καὶ οὐ ναύτῃσιν ἑτοῖμαι, τῶν οὐ ῥηίδιόν μοι ἐνισπέμεν οὔνομα πασέων. Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει ἀμφοτεράων ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου, ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης, ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο, Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει.