<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="61">ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων.</l><l n="62">Ὑμεῖς δ᾿ , Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους,</l><l n="63">ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο·</l><l n="64">ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος</l><l n="65">ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα,</l><l n="66">μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων,</l><l n="67">ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων,</l><l n="68">ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν.</l><pb n="108"/><l n="69">Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν</l><l n="70">ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ</l><l n="71">καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων.</l><l n="72">Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται,</l><l n="73">ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα.</l><l n="74">Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα</l><l n="75">Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα.</l><l n="76">Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη,</l><l n="77">ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται,</l><l n="78">ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες,</l><l n="79">ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην,</l><l n="80">ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται·</l><l n="81">ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ.</l><l n="82">Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος·</l><l n="83">τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης</l><l n="84">πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο</l><l n="85">κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν</l><l n="86">ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου</l><l n="87">καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε,</l><l n="88">πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν,</l><l n="89">προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον·.</l><l n="90">τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)·</l></div></body></text></TEI>