ἢ ὀρέων ἢ πέζαν ὑποξύουσα πολήων. Ὑμεῖς δ᾿ , Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους, ἀρξάμεναι στοιχηδὸν ἀφʼ ἑσπέρου Ὠκεανοῖο· ἔνθα τε καὶ στῆλαι περὶ τέρμασιν Ἡρακλῆος ἑστᾶσιν, μέγα θαῦμα, παρʼ ἐσχατόωντα Γάδειρα, μακρὸν ὑπὸ πρηῶνα πολυσπερέων Ἀτλάντων, ἦχί τε καὶ χάλκειος ἐς οὐρανὸν ἔδραμε κίων, ἠλίβατος, πυκινοῖσι καλυπτόμενος νεφέεσσιν. Πόντος μὲν πρώτιστος Ἰβηρικὸς ἀρχομένοισιν ἐγκέχυται, ὅσπερ τε καὶ Εὐρώπης πέλει ἀρχὴ καὶ Λιβύης· μέσσος γὰρ ἐλίσσεται ἀμφοτεράων. Στῆλαι δʼ ἔνθα καὶ ἔνθα παρὰ πλευρῇσι κέονται, ἡ μὲν ἐπʼ Εὐρώπην, ἡ δʼ ἐς Λιβύην δρόωσα. Τὸν δέ μετεκδέχεται Γαλάτης ῥόος, ἔνθα τε γαῖα Μασσαλίη τετάνυσται, ἐπίστροφον ὅρμον ἔχουσα. Ἑξείης δʼ ἐπὶ τοῖσι Λιγυστιὰς ἕλκεται ἄλμη, ἐνθʼ Ἰταλῶν υἱῆες ἐπʼ ἠπείροιο νέμονται, ἐκ Διὸς Αὐσονιῆες, ἀεὶ μέγα κοιρανέοντες, ἀρξάμενοι βορέηθεν ἔσω Λευκὴν ἐπὶ πέτρην, ἥ ῥά τε καὶ Σικελῆς ἐπὶ πορθμίδος ἐρρίζωται· ἑξείης δʼ ἐπὶ Κύρνον ἐρεύγεται ἁλμυρὸν ὕδωρ. Τῇ δʼ ἔπι Σαρδόνιος μορμύρεται ἔνδοθι πόντος· τὸν δὲ μέτʼ ὠρύεται Τυρσηνίδος οἶδμα θαλάσσης πρὸς νότον· αὐτὰρ ἔπειτα πρὸς αὐγὰς ἠελίοιο κυρτὸς ἐπιστρέφεται Σικελὸς ῥόος· αὐτὰρ ἔνερθεν ἐγκέχυται καὶ μέχρι πολυκλύστοιο Παχύνου καὶ Κρήσσης ἄκρης(ἥτʼ εἰς ἅλα πουλὺ νένευκε, πάρ θʼ ἱερὴν Γόρτυνα καὶ ἠπειρώτιδα Φαιστόν, προπρηνὴς, Κριοῖο παραυγάζουσα κάρηνον·. τοὔνεκα καὶ Κριοῦ μιν ἐφημίξαντο μέτωπον)·