<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="601">κείνοις ἀντήσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ</l><l n="602">λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται·</l><l n="603">πολλάκι δʼ αὖ καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς</l><l n="604">κεῖνα καταβρώξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς</l><l n="605">εἰν ἁλὶ καὶ γαίη κακὰ μυρία θήκατο δαίμων.</l><l n="606">Ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης</l><l n="607">Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος·</l><l n="608">ἑκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης,</l><l n="609">ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο,</l><l n="610">Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο</l><l n="611">βωμοὶ κνισσήεντες ἀδευκέα καπνὸν ἔχουσι.</l><pb n="143"/><l n="612">Τόσσας μὲν νήσους ἐπέχει ῥόος Ὠκεανοῖο</l><l n="613">εὐρυτέρας· ἕτεραι δέ τʼ ἀπειῤέσιαι γεγάασιν,</l><l n="614">αἱ μὲν ἐπὶ προχοῇσι Λιβυστίδος ἀμφιτρίτης,</l><l n="615">αἱ δʼ Ἀσίης, αἱ δʼ αὖτε περὶ κλίσιν Εὐρωπείης.</l><l n="616">Ἄλλαι δʼ ἔλλοθινῆσοι ἀπείριτοι, αἱ μὲν ὑπʼ ἀνδρῶν</l><l n="617">ναιόμεναι καὶ νηυσὶν ἐπήρατον ὅρμον ἔχουσαι,</l><l n="618">αἱ δὲ βαθύκρημνοί τε καὶ οὐ ναύτῃσιν ἑτοῖμαι,</l><l n="619">τῶν οὐ ῥηίδιόν μοι ἐνισπέμεν οὔνομα πασέων.</l><l n="620">Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει ἀμφοτεράων</l><l n="621">ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου,</l><l n="622">ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης,</l><l n="623">ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου</l><l n="624">ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο,</l><l n="625">Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης</l><l n="626">λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει.</l><l n="627">Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης,</l><l n="628">οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις</l><l n="629">ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει,</l><l n="630">ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων</l></div></body></text></TEI>