κείνοις ἀντήσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται· πολλάκι δʼ αὖ καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς κεῖνα καταβρώξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς εἰν ἁλὶ καὶ γαίη κακὰ μυρία θήκατο δαίμων. Ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος· ἑκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης, ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο, Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο βωμοὶ κνισσήεντες ἀδευκέα καπνὸν ἔχουσι. Τόσσας μὲν νήσους ἐπέχει ῥόος Ὠκεανοῖο εὐρυτέρας· ἕτεραι δέ τʼ ἀπειῤέσιαι γεγάασιν, αἱ μὲν ἐπὶ προχοῇσι Λιβυστίδος ἀμφιτρίτης, αἱ δʼ Ἀσίης, αἱ δʼ αὖτε περὶ κλίσιν Εὐρωπείης. Ἄλλαι δʼ ἔλλοθινῆσοι ἀπείριτοι, αἱ μὲν ὑπʼ ἀνδρῶν ναιόμεναι καὶ νηυσὶν ἐπήρατον ὅρμον ἔχουσαι, αἱ δὲ βαθύκρημνοί τε καὶ οὐ ναύτῃσιν ἑτοῖμαι, τῶν οὐ ῥηίδιόν μοι ἐνισπέμεν οὔνομα πασέων. Σχῆμα δέ τοι Ἀσίης ῥυσμὸς πέλει ἀμφοτεράων ἠπείρων, ἑτέρωθεν ἀλίγκιον εἴδεϊ κώνου, ἑλκόμενον κατὰ βαιὸν ἐπʼ ἀντολίης μυχὰ πάσης, ἔνθα τε καὶ στῆλαι Θηβκιγενέος Διονύσου ἑστᾶσιν, πυμάτοιο παρὰ ῥόον Ὠκεανοῖο, Ἰνδῶν ὑστατίοισιν ἐν οὔρεσιν, ἔνθα τε Γάγγης λευκὸν ὕδωρ Νυσαῖον ἐπὶ πλαταμῶνα κυλίνδει. Ἀλλʼ οὐκ ἂν τόσσον μέγεθος πέλοι Ἀσίδος αἴης, οὐδʼ ἅπαν εἶδος ἔοικεν ἀλίγκιον· ἐν γὰρ ἐκείναις ἠπείροις εἷς πόντος ἔσω ῥόον ἡγεμονεύει, ἐν δʼ Ἀσίη πολὺς Ὠκεανός· τρισσοὺς γὰρ ἑλίσσων