<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="595">δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων·</l><l n="596">αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη</l><l n="597">κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου,</l><l n="598">οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων</l><l n="599">τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης</l><l n="600">Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον,</l><l n="601">κείνοις ἀντήσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ</l><l n="602">λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται·</l><l n="603">πολλάκι δʼ αὖ καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς</l><l n="604">κεῖνα καταβρώξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς</l><l n="605">εἰν ἁλὶ καὶ γαίη κακὰ μυρία θήκατο δαίμων.</l><l n="606">Ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης</l><l n="607">Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος·</l><l n="608">ἑκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης,</l><l n="609">ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο,</l><l n="610">Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο</l></div></body></text></TEI>