δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων· αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου, οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον, κείνοις ἀντήσειαν ἀλώμενοι· οὐ γὰρ ἐρωὴ λυγροῖς ἐν στομάτεσσιν, ἐπεὶ μέγα χάσμα τέτυκται· πολλάκι δʼ αὖ καὶ νῆα σὺν αὐτοῖς ἀνδράσι νηὸς κεῖνα καταβρώξειε τεράατα· τοῖς γὰρ ἀλιτροῖς εἰν ἁλὶ καὶ γαίη κακὰ μυρία θήκατο δαίμων. Ἔστι δέ τοι προτέρω Καρμανίδος ἔκτοθεν ἄκρης Ὤγυρις, ἔνθα τε τύμβος Ἐρυθραίου βασιλῆος· ἑκ τῆς δʼ ἂν περάσειας ἐπὶ στόμα Περσίδος ἅλμης, ὁρμηθεὶς βορέηνδε, καὶ Ἴκαρον εἰσαφίκοιο, Ἴκαρον εἰναλίην, ὅθι Ταυροπόλοιο θεοῖο