ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες. Πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο, νῆσόν κεν Θούλην εὐεργέϊ νηὶ περήσαις· ἔνθα μὲν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων, ἤμαθ’ ὁμοῦ καὶ νύκτας ἀειφανές ἐκκέχυται πῦρ· λοξοτέρῃ γὰρ τῆμος ἐπιστρέφεται στροφάλιγγι, ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομενάων, μέσφʼ ἐπὶ κυανέους νοτίην ὁδὸν αὖτις ἐλάσσῃ· ἀλλ’ ὁπόταν Σκυθικοῖο βαθὺν ῥόον Ὠκεανοῖο νηὶ τάμῃς, προτέρω δὲ πρὸς ἠῴην ἅλα κάμψῃς, Χρυσείην τοι νῆσον ἄγει πόρος, ἔνθα καὶ αὐτοῦ ἀντολίη καθαροῖο φαείνεται ἠελίοιο. Κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης, αἶψά κε Κωλιάδος μεγάλην ἐπὶ νῆσον ἵκοιο, μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων, ᾗς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάδεσσι,