<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="571">ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων</l><l n="572">ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ,</l><pb n="141"/><l n="573">στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις,</l><l n="574">ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή.</l><l n="575">Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο</l><l n="576">Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην,</l><l n="577">οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην</l><l n="578">Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ,</l><l n="579">ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες.</l><l n="580">Πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο,</l><l n="581">νῆσόν κεν Θούλην εὐεργέϊ νηὶ περήσαις·</l><l n="582">ἔνθα μὲν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων,</l><l n="583">ἤμαθ’ ὁμοῦ καὶ νύκτας ἀειφανές ἐκκέχυται πῦρ·</l><l n="584">λοξοτέρῃ γὰρ τῆμος ἐπιστρέφεται στροφάλιγγι,</l><l n="585">ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομενάων,</l><l n="586">μέσφʼ ἐπὶ κυανέους νοτίην ὁδὸν αὖτις ἐλάσσῃ·</l><l n="587">ἀλλ’ ὁπόταν Σκυθικοῖο βαθὺν ῥόον Ὠκεανοῖο</l><l n="588">νηὶ τάμῃς, προτέρω δὲ πρὸς ἠῴην ἅλα κάμψῃς,</l><l n="589">Χρυσείην τοι νῆσον ἄγει πόρος, ἔνθα καὶ αὐτοῦ</l><l n="590">ἀντολίη καθαροῖο φαείνεται ἠελίοιο.</l><pb n="142"/><l n="591">Κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης,</l><l n="592">αἶψά κε Κωλιάδος μεγάλην ἐπὶ νῆσον ἵκοιο,</l><l n="593">μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων,</l><l n="594">ᾗς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάδεσσι,</l><l n="595">δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων·</l><l n="596">αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη</l><l n="597">κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου,</l><l n="598">οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων</l><l n="599">τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης</l><l n="600">Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον,</l></div></body></text></TEI>