ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ, στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις, ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή. Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην, οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ, ὡς κεῖνον κατὰ χῶρον ἀνευάζουσι γυναῖκες. Πολλὴν δὲ προτέρωσε ταμὼν ὁδὸν Ὠκεανοῖο, νῆσόν κεν Θούλην εὐεργέϊ νηὶ περήσαις· ἔνθα μὲν, ἠελίοιο βεβηκότος ἐς πόλον ἄρκτων, ἤμαθ’ ὁμοῦ καὶ νύκτας ἀειφανές ἐκκέχυται πῦρ· λοξοτέρῃ γὰρ τῆμος ἐπιστρέφεται στροφάλιγγι, ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομενάων, μέσφʼ ἐπὶ κυανέους νοτίην ὁδὸν αὖτις ἐλάσσῃ· ἀλλ’ ὁπόταν Σκυθικοῖο βαθὺν ῥόον Ὠκεανοῖο νηὶ τάμῃς, προτέρω δὲ πρὸς ἠῴην ἅλα κάμψῃς, Χρυσείην τοι νῆσον ἄγει πόρος, ἔνθα καὶ αὐτοῦ ἀντολίη καθαροῖο φαείνεται ἠελίοιο. Κεῖθεν δὲ στρεφθεὶς νοτίης προπάροιθε κολώνης, αἶψά κε Κωλιάδος μεγάλην ἐπὶ νῆσον ἵκοιο, μητέρα Ταπροβάνην Ἀσιηγενέων ἐλεφάντων, ᾗς ὕπερ, οὐρανίῃσιν ἀειρόμενος στροφάδεσσι, δινεῖται κατὰ κύκλον ἐν αἰθέρι Καρκίνος αἴθων· αὐτὴ δʼ εὐρυτάτη μέγεθος πέλει· ἀμφὶ δὲ πάντη κήτεα θῖνες ἔχουσιν, Ἐρυθραίου βοτὰ πόντου, οὔρεσιν ἠλιβάτοισιν ἐοικότα· τῶν δʼ ὑπὲρ ἄκρων τέτρηχεν νώτων περιμήκετος ὁλκὸς ἀκάνθης Δυσμενέων τοι παῖδες, ἑλισσόμενοι περὶ πόντον,