<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="563">νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη,</l><l n="564">ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων.</l><l n="565">Ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς</l><l n="566">δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου·</l><l n="567">κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην</l><l n="568">Τάων τοι μέγεθος περιώσιον, οὐδέ τις ἄλλη</l><l n="569">νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζει.</l><l n="570"> Ἄγχι δὲ νησίδων ἕτερος πόρος, ἔνθα γυναῖκες</l><l n="571">ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων</l><l n="572">ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ,</l><pb n="141"/><l n="573">στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις,</l><l n="574">ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή.</l><l n="575">Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο</l><l n="576">Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην,</l><l n="577">οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην</l><l n="578">Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ,</l></div></body></text></TEI>