νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη, ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων. Ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου· κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην Τάων τοι μέγεθος περιώσιον, οὐδέ τις ἄλλη νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζει. Ἄγχι δὲ νησίδων ἕτερος πόρος, ἔνθα γυναῖκες ἀνδρῶν ἀντιπέρηθεν ἀγαυῶν Ἀμνιτάων ὀρνύμεναι τελέουσι κατὰ νόμον ἱερὰ Βάκχῳ, στεψάμεναι κισσοῖο μελαμφύλλοιο κορύμβοις, ἐννύχιαι· παταγῆς δὲ λιγύθροος ὄρνυται ἠχή. Οὐχ οὕτω Θρήικος ἐπʼ ᾐόσιν Ἀψίνθοιο Βιστονίδες καλέουσιν ἐρίβρομον Εἰραφιώτην, οὐδʼ οὕτω σὺν παισὶ μελανδίνην ἀνὰ Γάγγην Ἰνδοὶ κῶμον ἄγουσιν ἐριβρεμέτῃ Διονύσῳ,