<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="547">τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ</l><l n="548">ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν.</l><l n="549">Κιμμέριον δʼ ἄρα τοι διὰ Βόσπορον ἰθὺς ἰόντι</l><l n="550">ἄλλη ἀπειρεσίη νῆσος πέλει, ἢ ῥά τε λίμνης</l><l n="551">ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται·</l><l n="552">ἧς ἔπι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα,</l><pb n="138"/><l n="553">ἔνθα τε ναιετάουσιν Ἰωνίδος ἔκγονοι αἴης.</l><l n="554">Αἵδε μὲν ἀνθρώποισιν ἀγακλέις εἰν ἁλὶ νῆσοι·</l><l n="555">ἄλλαι δʼ Ὠκεανοῖο παρὰ ῥόον ἐστεφάνωνται·</l><l n="556">τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι,</l><l n="557">ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη.</l><l n="558">Ἤτοι μὲν ναίουσι βοοτρόφον ἄμφʼ Ἐρύθειαν</l><pb n="139"/><l n="559">Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες,</l><l n="560">Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο</l><l n="561">Γηρυόνος μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπ᾿ ἄκρην</l><pb n="140"/><l n="562">Ἱρὴν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης,</l></div></body></text></TEI>