τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν. Κιμμέριον δʼ ἄρα τοι διὰ Βόσπορον ἰθὺς ἰόντι ἄλλη ἀπειρεσίη νῆσος πέλει, ἢ ῥά τε λίμνης ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται· ἧς ἔπι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα, ἔνθα τε ναιετάουσιν Ἰωνίδος ἔκγονοι αἴης. Αἵδε μὲν ἀνθρώποισιν ἀγακλέις εἰν ἁλὶ νῆσοι· ἄλλαι δʼ Ὠκεανοῖο παρὰ ῥόον ἐστεφάνωνται· τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι, ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη. Ἤτοι μὲν ναίουσι βοοτρόφον ἄμφʼ Ἐρύθειαν Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες, Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο Γηρυόνος μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπ᾿ ἄκρην Ἱρὴν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης,