<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="541">Ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο</l><l n="542">ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος</l><l n="543">ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν,</l><l n="544">οὕνεκά οἱ τὰ πάρεστι κινώπετα λευκὰ τέτυκται·</l><l n="545">κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων</l><l n="546">ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας·</l><l n="547">τοῦτο δʼ ἀριστήεσσι Διὸς πάρα δῶρον ὀπηδεῖ</l><l n="548">ἀντʼ ἀρετῆς· ἀρετὴ γὰρ ἀκήρατον ἔλλαχε τιμήν.</l><l n="549">Κιμμέριον δʼ ἄρα τοι διὰ Βόσπορον ἰθὺς ἰόντι</l><l n="550">ἄλλη ἀπειρεσίη νῆσος πέλει, ἢ ῥά τε λίμνης</l><l n="551">ἔνδοθι δεξιτερῇ Μαιώτιδος ἐστήρικται·</l><l n="552">ἧς ἔπι Φαιναγόρη τε καὶ εὔκτιτος Ἑρμώνασσα,</l><pb n="138"/><l n="553">ἔνθα τε ναιετάουσιν Ἰωνίδος ἔκγονοι αἴης.</l><l n="554">Αἵδε μὲν ἀνθρώποισιν ἀγακλέις εἰν ἁλὶ νῆσοι·</l><l n="555">ἄλλαι δʼ Ὠκεανοῖο παρὰ ῥόον ἐστεφάνωνται·</l><l n="556">τάων δʼ ἂν περίσημον ἐγὼ θέσιν ἐξενέποιμι,</l><l n="557">ὁπποτέρου τʼ ἀνέμοιο παρὰ σφυρόν ἐστιν ἑκάστη.</l><l n="558">Ἤτοι μὲν ναίουσι βοοτρόφον ἄμφʼ Ἐρύθειαν</l><pb n="139"/><l n="559">Ἄτλαντος περὶ χεῦμα θεουδέες Αἰθιοπῆες,</l><l n="560">Μακροβίων υἱῆες ἀμύμονες, οἵ ποθʼ ἵκοντο</l><l n="561">Γηρυόνος μετὰ πότμον ἀγήνορος· αὐτὰρ ὑπ᾿ ἄκρην</l><pb n="140"/><l n="562">Ἱρὴν, ἣν ἐνέπουσι κάρην ἔμεν Εὐρωπείης,</l><l n="563">νήσους Ἑσπερίδας, τόθι κασσιτέροιο γενέθλη,</l><l n="564">ἀφνειοὶ ναίουσιν ἀγαυῶν παῖδες Ἰβήρων.</l><l n="565">Ἄλλαι δʼ Ὠκεανοῖο παραὶ βορεώτιδας ἀκτὰς</l><l n="566">δισσαὶ νῆσοι ἔασι Βρετανίδες, ἀντία Ῥήνου·</l><l n="567">κεῖθι γὰρ ὑστατίην ἀπερεύγεται εἰς ἅλα δίνην</l><l n="568">Τάων τοι μέγεθος περιώσιον, οὐδέ τις ἄλλη</l><l n="569">νήσοις ἐν πάσῃσι Βρετανίσιν ἰσοφαρίζει.</l><l n="570"> Ἄγχι δὲ νησίδων ἕτερος πόρος, ἔνθα γυναῖκες</l></div></body></text></TEI>