<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="531">οἷον ὅι’ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα,</l><l n="532">ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο.</l><l n="533">Ταὶς δ᾿ ἔπι νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος</l><pb n="137"/><l n="534">καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης,</l><l n="535">καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν.</l><l n="536">Κεῖθεν δ᾿ Αἰολίδων ἀωαφαίνεται οὔρεα νήσων,</l><l n="537">Λέσβου τ᾿ εὐρυχόροτο καὶ ἱμερτῆς Τεωεδοιο.</l><l n="538">Κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν</l><l n="539">ἀφρὸν ἐρευγόμενος· βορέην δʼ ἐπὶ πολλὸν ἰόντι</l><l n="540">πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης.</l><l n="541">Ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο</l><l n="542">ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος</l><l n="543">ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν,</l><l n="544">οὕνεκά οἱ τὰ πάρεστι κινώπετα λευκὰ τέτυκται·</l><l n="545">κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων</l><l n="546">ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας·</l></div></body></text></TEI>