οἷον ὅι’ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα, ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο. Ταὶς δ᾿ ἔπι νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης, καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν. Κεῖθεν δ᾿ Αἰολίδων ἀωαφαίνεται οὔρεα νήσων, Λέσβου τ᾿ εὐρυχόροτο καὶ ἱμερτῆς Τεωεδοιο. Κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν ἀφρὸν ἐρευγόμενος· βορέην δʼ ἐπὶ πολλὸν ἰόντι πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης. Ἔστι δέ τις καὶ σκαιὸν ὑπὲρ πόρον Εὐξείνοιο ἄντα Βορυσθένεος μεγαλώνυμος εἰν ἁλὶ νῆσος ἡρώων· Λευκήν μιν ἐπωνυμίην καλέουσιν, οὕνεκά οἱ τὰ πάρεστι κινώπετα λευκὰ τέτυκται· κεῖθι δʼ Ἀχιλλῆός τε καὶ ἡρώων φάτις ἄλλων ψυχὰς εἱλίσσεσθαι ἐρημαίας ἀνὰ βήσσας·