ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης, Σηστὸς ὅπη καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο. Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται, μῆκος ἐπ’ ἀρκτῴοιο τιταινόμεναι βορέαο. Εὐρώπης δ᾿ ἤτοι μὲν Ἀβαντιὰς ἔπλετο Μάκπις, Σκῦρός τ᾿ ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάπηθος· ἔνθεν καὶ Λῆμνος, κρχναὸν πέδον Ἠραίστοιο, πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή, Ἴμβροζ, Θρηικίη τε Σάμος, Κορυβάντιον ἄστυ. Αἳ δ᾿ Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφίς ἐοῦσαι Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἶσί· ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι, ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτ’ ἐν ὄρεσσιν ἀνθρώπων ἀπάνευθε κυεῖ λιγύφωνος ἀηδών. Νῆσοι δʼ ἐξείης Σποράδες περιπαμφανόωσιν,