<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0084.tlg001.1st1K-grc1"><l n="511">τρεῖς νῆσοι μεγάλης Παταρηΐδος ἔνδοθεν ἄκρης.</l><l n="512">ἄγχι δὲ Φοινίκης Ἄροδος μεγάλῳ ἐνὶ πόντῳ.</l><l n="513">Θηητὸς δέ τίς ἐστι βαθὺς πόρος Αἰγαίοιο,</l><l n="514">ἐντὸς ἔχων ἑκάτερθεν ἀπειρεσίων στίχα νήσων,</l><l n="515">ὅσσον ἐπὶ στεινωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης,</l><l n="516">Σηστὸς ὅπη καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο.</l><l n="517">Εὐρώπης δʼ αἱ μὲν λαιῆς ὑπὸ νεύματι χειρὸς</l><l n="518">ῥώονθʼ ἑξείης, Ἀσίης δʼ ἐπὶ δεξιὰ κεῖνται,</l><l n="519">μῆκος ἐπ’ ἀρκτῴοιο τιταινόμεναι βορέαο.</l><l n="520">Εὐρώπης δ᾿  ἤτοι μὲν Ἀβαντιὰς ἔπλετο Μάκπις,</l><l n="521">Σκῦρός τ᾿  ἠνεμόεσσα καὶ αἰπεινὴ Πεπάπηθος·</l><l n="522">ἔνθεν  καὶ Λῆμνος, κρχναὸν πέδον Ἠραίστοιο,</l><l n="523">πέπταται, ὠγυγίη τε Θάσος, Δημήτερος ἀκτή,</l><l n="524">Ἴμβροζ, Θρηικίη τε Σάμος, Κορυβάντιον ἄστυ.</l><l n="525">Αἳ δ᾿  Ἀσίης πρώτην αἶσαν λάχον, ἀμφίς ἐοῦσαι</l><pb n="136"/><l n="526">Δῆλον ἐκυκλώσαντο, καὶ οὔνομα Κυκλάδες εἶσί·</l><l n="527">ῥύσια δʼ Ἀπόλλωνι χοροὺς ἀνάγουσιν ἅπασαι,</l><l n="528">ἱσταμένου γλυκεροῦ νέον εἴαρος, εὖτ’ ἐν ὄρεσσιν</l><l n="529">ἀνθρώπων ἀπάνευθε κυεῖ λιγύφωνος ἀηδών.</l><l n="530">Νῆσοι δʼ ἐξείης Σποράδες περιπαμφανόωσιν,</l><l n="531">οἷον ὅι’ ἀνεφέλοιο διʼ ἠέρος εἴδεται ἄστρα,</l><l n="532">ὑγρὰ νέφη κραιπνοῖο βιησαμένου βορέαο.</l><l n="533">Ταὶς δ᾿ ἔπι νῆσοι ἔασιν Ἰωνίδες· ἔνθα δὲ Καῦνος</l><pb n="137"/><l n="534">καὶ Σάμος ἱμερόεσσα, Πελασγίδος ἕδρανον Ἥρης,</l><l n="535">καὶ Χίος ἠλιβάτοιο Πελινναίου ὑπὸ πέζαν.</l><l n="536">Κεῖθεν δ᾿ Αἰολίδων ἀωαφαίνεται οὔρεα νήσων,</l><l n="537">Λέσβου τ᾿ εὐρυχόροτο καὶ ἱμερτῆς Τεωεδοιο.</l><l n="538">Κεῖθι Μέλας καὶ κόλπος ἐφʼ Ἑλλήσποντον ἵησιν</l><l n="539">ἀφρὸν ἐρευγόμενος· βορέην δʼ ἐπὶ πολλὸν ἰόντι</l><l n="540">πέπταται ἔνθα καὶ ἔνθα Προποντίδος οἶδμα θαλάσσης.</l></div></body></text></TEI>